Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.353 Joseph. AJ 5.358 (English) >>Joseph. AJ 5.362

5.356ἀλλὰ συμβολῆς γενομένης ἣν μὲν ἤλπιζον νίκην Ἑβραῖοι τῶν Παλαιστίνων αὕτη γίνεται, ἣν δʼ ἐφοβοῦντο ἧτταν οὗτοι ταύτην Ἑβραῖοι παθόντες ἔγνωσαν αὐτοὺς μάτην ἐπὶ τῇ κιβωτῷ τεθαρσηκότας· ἐτράπησάν τε γὰρ εὐθὺς εἰς χεῖρας ἐλθόντες τῶν πολεμίων καὶ ἀπέβαλον εἰς τρισμυρίους, ἐν οἷς ἔπεσον καὶ οἱ τοῦ ἀρχιερέως υἱεῖς, τε κιβωτὸς ἤγετο πρὸς τῶν πολεμίων. 5.357

Ἀπαγγελθείσης δὲ τῆς ἥττης εἰς τὴν Σιλὼ καὶ τῆς αἰχμαλωσίας τῆς κιβωτοῦ, Βενιαμίτης γάρ τις αὐτοῖς ἄγγελος ἀφικνεῖται νεανίας παρατετευχὼς τῷ γεγονότι, πένθους ἀνεπλήσθη πᾶσα πόλις. 5.358καὶ Ἠλὶς ἀρχιερεύς, ἐκαθέζετο γὰρ καθʼ ἑτέρας τῶν πυλῶν ἐφʼ ὑψηλοῦ θρόνου, ἀκούσας οἰμωγῆς καὶ νομίσας νεώτερόν τι πεπρᾶχθαι περὶ τοὺς οἰκείους καὶ μεταπεμψάμενος τὸν νεανίαν, ὡς ἔγνω τὰ κατὰ τὴν μάχην, ῥᾴων ἦν ἐπὶ τὸ τοῖς παισὶ τοῖς αὐτοῦ συνενηνεγμένοις περὶ τὸ στρατόπεδον ὡς ἂν προεγνωκὼς παρὰ τοῦ θεοῦ τὸ συμβησόμενον καὶ προαπηγγελκώς· συνέχει γὰρ ἀκριβῶς τὰ κατὰ προσδοκίαν συντυχόντα τῶν δεινῶν. 5.359ὡς δὲ καὶ τὴν κιβωτὸν ἤκουσεν ᾐχμαλωτίσθαι πρὸς τῶν πολεμίων, ὑπὸ τοῦ παρʼ ἐλπίδας αὐτῷ τοῦτο προσπεσεῖν περιαλγήσας ἀποκυλισθεὶς ἀπὸ τοῦ θρόνου τελευτᾷ, ὀκτὼ καὶ ἐνενήκοντα βιώσας ἔτη τὰ πάντα καὶ τούτων τεσσαράκοντα κατασχὼν τὴν ἀρχήν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.353 Joseph. AJ 5.358 (English) >>Joseph. AJ 5.362

Powered by PhiloLogic